monumenta.ch > Gregorius Magnus > 8G
Gregorius Magnus, Dialogi, 2, VII_L De Mauro eius discipulo qui super aquas pedibus ambulavit. <<<     >>> VIII_L De pane veneno infecto per corvum longius proiecto.

Gregorius Magnus, Dialogi, 2, CAPUT VIII_G ΚΕΦΑΛ. Η′. Περὶ τοῦ ζυμωθέντος ἐν τῷ ἄρτω φαρμάκου.

1 ΓΡΗΓΟΡ. Ἐν τῷ τὸν μακάριον διαλάμψαι ἐν τοῖς τόποις ἐκείνοις , πολλοὶ διὰ τὸν πόθον τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μήκοθεν πρὸς αὐτὸν παρεγίνοντο, καὶ τὴν τοῦ Βίου ματαιότητα καταλιμπάνοντες ὑπὸ τὸν χρηστὸν τοῦ κυρίου ζυγὸν τὸν ἑαυτῶν καθυπέτασσον τράχηλον.
2 δὲ τοῦ φθόνου γεννήτωρ, καὶ τῶν εὐσεβῶν ἀρχαῖος ἐχθρὸς, μὴ δυνάμενος φέρειν τὰς ἀπ᾽ αὐτοῦ ἀπαστραπτούσας τῶν θαυμάτων μαρμαρυγὰς, καὶ ὁρῶν ἑαυτὸν ἡττώμενον ὑπὸ τῆς τοῦ ἁγίου θεοσδότου δυνάμεως, ἐνσκήψας [F. gr|ἐνέσκηψε]|gr ἐν ταῖς τῶν ἀτάκτων ψυχοφθόροις διανοίαις, καθὼς σύνῆθες αὐτοῖς ἐστι φθονεῖν τοῖς ἑτέρων κατορθὼμασιν· γὰρ τοῦ καθαρεύοντος ἔπαινος, τῶν ὑπὸ βασκανίας μολυνομένων ὄνειδος τυγχάνει.
3 Ὅθεν τῆς αὐτόθι γειτνιαζούσης ἐκκλησίας πρεσβύτερός τις Φλορέντιος τοὔνομα, τοῦ ἡμετέρου ὑποδιακόνου Φλορεντίου πάππος, τοῦ παγκάκου δαίμονος τὸ μῖσος καὶ τὸν φθόνον ἐν ἑαυτῷ ὑποδεξάμενος, ἤρξατο σκώπτειν τε καὶ βασκαίνειν ταῖς τοῦ ὁσίου ἀνδρὸς ἀρεταῖς, ἐλπίζων ἐκ τούτου πολλοὺς ἀποσπᾶσαι ἐκ τῆς τοῦ ἁγίου ψυχωφελοῦς διδαχῆς.
4 Ὡς δὲ τῆς φρενοβλαβοῦς ἐλπίδος ἀπέτυχε, καὶ ἐθεώρει πολλοὺς ὑπὸ τῆς αὐτοῦ φήμης ἑλενους, καὶ πρὸς αὐτὸν φοιτῶντας, καὶ ταῖς αὐτοῦ διδαχαῖς πληθυνομένους, καθάπερ ὑπὸ βελῶν τιτρωσκόμενος Φλορέντιος, τὴν μὲν τοῦ ὁσὶου πατρὸς πολιτείαν διέβαλλεν , ἐπαινετὴν δὲ ζωὴν ἑαυτῶisubgr; ἐπισπᾶσθαι δι᾽ ἀσκητικῶν ἀγώνων οὐδαμῶς εἵλετο.
5 Ὅστις ὑπὸ τοῦ διαβόλου σκοτισθεὶς τοὺς τῆς καρδίας ὀφθαλμοὺς μέχρι τούτου ἐχώρησεν, ἵνα τὸν δοῦλον τοῦ Θεοῦ δηλητηρίω θανατώσηisubgr;· φυράσας γὰρ ἄλευρον, εἶτα ζυμώσας ἄρτον, καὶ ἐν αὐτῷ ἐγκρύψας θανατηφόρον φάρμακον, καὶ ὀπτήσας, ὡς δῆθεν εὐλογίας χάριν τῷ τοῦ Θεοῦ ἀνθρώπω ἀπέστειλεν.
6 δὲ διορατικὸς ἐκεῖνος ἀνὴρ τὸν μἐν ἄρτον εὐχαρίστως ἐδέξατο· οὐ μέν τοι δὲ διέλαθεν αὐτὸν ἐν τῷ ἄρτω κρυπτόμενος δόλος· ἐν δὲ τῇ ὥρᾳ ἐν ᾗ εἰώθει ἅγιος τροφῆς μεταλαμβάνειν, ὄρνεον, τὸ δὴ λεγόμενον κόραξ, ἐν τῇ σύνεγγυς ὕλῃ τὴν οἴκησιν ἔχον, κατὰ τὸ σύνηθες ἤρχετο πρὸς τὸν ἅγιον, καὶ ἐκ τῶν τιμίων αὐτοῦ χειρῶν ἄρτον πρὸς τροφὴν ἑαυτῷ ἐδέχετο.
7 δὲ ἱερὸς ἐκεῖνος ἀνὴρ λαβὼν τὸν θανατηφόρον ἄρτον, ὅνπερ ἦν αὐτῷ ἀποστείλας Φλορέντιος πρεσβύτετερος, ἔθηκεν ἐνώπιον τοῦ κόρακος, καὶ ἐκέλευσεν αὐτῷ, λέγων· «Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος λαβὲ τὸν ἄρτον τοῦτον, καὶ ἐν τοιούτω τόπω ῥίψον αὐτὸν, ἵνα μηδεὶς ἀνθρώπων εὑρήσῃ αὐτόν.
8 » Τότε κόραξ ἀνεωγμένω τῷ στόματι καὶ ἡπλωμέναις ταῖς πτέρυξιν, πέριξ τοῦ αὐτοῦ περιΐπτασθαι καὶ κράζειν ἤρξατο, καὶ τοῖς κινήμασι μηνύειν τὴν ἐν αὐτῷ οὖσαν διαβολικὴν σκευωρίαν.
9 Πρὸς ὃν τοῦ Θεοῦ ἄνθρωπος πάλιν ἤρξατο λέγειν· «Ἆρον τοῦτον, ἆρον ἀμερίμνως, καὶ ἐκεῖ αὐτὸν ἀπόθου ἔνθα εὑρεθῆναι οὐ δύναται.» Τότε κόραξ τὴν τοῦ ἁγίου κέλευσιν ἐπλήρου, καὶ σὺν φόβω πολλῷ λαβὼν τὸν ἄρτον τῷ στόματι, ἀπῆλθε, καὶ τοῦτον ῥίψας ἐν τόπω ἀβάτω παντελῶς τοῖς ἀνθρώποις, μετὰ τρεῖς ὥρας ὑπέστρεψε, καὶ ἐκ τῶν τοῦ ἁγίου χειρῶν τὴν εἰωθυῖαν τροφὴν ἐδέξατο.
10 δὲ ἁπλούστατος καὶ κατὰ πάντα ἐπιεικέστατος ἀνὴρ Βενέδικτος, θεασάμενος τὴν τοῦ Φλορεντίου δολοφονίαν, ὅτι οὐχ οἷός τε γέγονε τὴν τούτου πονηρίαν διορθώσασθαι. ὑπὲρ ἐκείνου μᾶλλον, ὑπὲρ αὑτοῦ τῷ Θεῷ προσηύχετο.
11 Ἀλλ᾽ προλεχθεὶς Φλορέντιος τοῦ ἁγίου τό σῶμα θανατῶσαι μὴ ἰσχύσας, ἑτέραν πάλιν κακόνοιάν τε καὶ σατανικὴν πανουργίαν κατὰ τῶο τοῦ ἁγίου μαθητῶν ἐτεκτήῄνατο. Αὐτῶν γὰρ ἐν τῷ κήπω ἐργαζομένων, τοῦ διαβόλου ἐργάτης Φλορέντιος ἑπτὰ κόρας ὡραίας τῷ εἴδει, καὶ γυμνὰς ὅλω τῷ σώματι ἐν τῷ κήπω ἀπέστειλε, καὶ ταύταις προσέταξε τοῦ στρηνιᾷν καὶ παίζειν ἐνώπιον τῶν μοναχῶν, βουλόμενος καὶ ἐν τούτω τὴν τῶν ἀνδρῶν ἀχρειῶσαι παρθενίαν.
12 Ἀλλὰ καὶ ἐν τοῦτω παμπόνηρος αὐτοῦ διήμαρτεν ἀφροσύνη. Τὴν γὰρ τούτου διαβολικὴν ἐπίνοιαν θεασάμενος τοῦ Χριστοῦ μιμητὴς Βενέδικτος, καὶ φοβηθεὶς τὴν τῶν μαθητῶν ψυχικὴν βλάβην, ὑπὲρ δὲ μόνου τοῦ καθ᾽ ἑαυτὸν φθόνου λογισάμενος, ταῦτα τὸν μιαρώτατον ἐκεῖνον Φλορέντιον πράττειν, βέλτιον ἔκρινεν τοῦ Θεοῦ θεράπων διὰ τῆς ἑαυτοῦ ἀναχωρήσεως τὴν τῶν οἰκείων μαθητῶν πολιτεύσασθαι σωτηρίαν. Καλέσας οὖν τοὺς τῶν μοναστηρίων ἀδελφοὺς καὶ οἰκονόμους, αὐτοῖς ἐγκαταστήσας, παραθέμενός τε αὐτοὺς τῷ Θεῷ, λαβὼν μετ᾽ ἑαυτοῦ ὀλίγους τινὰς τῶν μοναχῶν ἀνεχώρησεν ἐκ τοῦ ἑαυτοῦ κελλίου, τὸ μῖσος καὶ τὴν ἐκείνου δυσμένειαν ταπεινοφρόνως ἐκκλίνας.
13 Ἀλλ᾽ μὲν Φλορέντιος ἠνόμησεν ἁμαρτήσας διακενὴς, δὲ Θεὸς τὸν οἰκεῖον θεράποντα λυτρωσάμενος εἰς πολλῶν σωτηρίαν διεφύλαξε, πατάξας τὸν ἀλιτήριον. Τοῦ γὰρ θεοστυγοῦς ἐξείνου Φλορεντίου ἐπὶ τῇ τοῦ μακαρίου ἀνδρὸς ὑποχωρήσει ἀγαλλιασθέντος, καὶ ἐν τῷ ἡλιακῷ τοῦ οἴκου, ἐν ᾧ κατῴκει, ἑστῶτος, ἀθρόον σὺν τῷ ῥηθέντι ἡλιακῷ ἀφ᾽ ὕψους μεγάλου πέπτωκεν, ἀξίαν τῆς ἑαυτοῦ πονηρίας δίκην τίσας, καὶ θάνατον ὀλέθριον ἀπενεγκάμενος.
14 Τοῦτο θεασάμενος ἀνωτέρω πολλάκις μνημονευθεὶς Μαῦρος τοῦ ἁγίου πατρὸς φοιτητὴς, ἤδη τῷ ἁγίω ἀπέχοντι ὁδοῦ διάστημα σημείων δέκα ἀπέστειλε πρὸς αὐτὸν, λέγων· «Ὑπόστρεψον, πάτερ, ὑπόστρεψον, πρεσβύτερος γὰρ μάτην σε καταδιώξας τέθνηκε.
15 » Ταῦτα ἀκούσας τοῦ Θεοῦ ἄνθρωπος Βενέδικτος, ἑαυτὸν ἐν μεγάλω πένθει κατέτηξεν, διὰ τὸν ἐκείνον οἴκτιστον θάνατον· ἐλυπήθη δὲ ἐπὶ τῷ οἰκείω μαθητῇ, ὡς δῆθεν ἐπιχαρέντι τῷ τοῦ Φλορεντίου ἐλεεινῷ πτὼματι, ἐντειλάμενος αὐτῷ μετανοεῖν ὑπὲρ τοῦ τοιούτου σφάλματος, ὡς χαραποιηθέντι ἐπὶ τῷ τοῦ Φλορεντίου θανάτω.
16 ΠΕΤΡ. Θαυμαστά εἰσιν ὄντως καὶ ἐκπλήττοντά με ἅπερ ἔφης. Ἐπὶ γὰρ τοῦ ὕδατος τοῦ διὰ τῆς τοῦ μακαρίου προσευχῆς, ἐκ τοῦ ὄρους ποταμηδὸν βλύσαντος, τὸν Μοϋσῆν κατανοῶ, ἐν δὲ τῷ σιδηρῷ ἐργαλείω, τῷ ἐκ βυθοῦ τῶν ὑδάτων τοῦ λάκκου ἀνελθόντι, Ἐλισσαῖον ὁρῶ ἐν τῇ τοῦ ὕδατος πορείᾳ Πέτρον νοῶ· ἐν δὲ τῇ τοῦ κόρακος ὑπακοῇ, Ἡλίανβλέπω.
17 Ὡς οὖν ὑπολαμβάνω, ἀνὴρ οὗτος χαπίσματος τοῦ πνεύματος πάντων τῶν δικαίων τοῦτων ἀνάπλεως ὑπῆρχεν.
18 ΓΡΗΓΟΡ. τοῦ Θεοῦ ἄνθρωπος Βενέδικτος, Πέτρε, ἑνὸς πνεῦμα εἶχεν, ὅπερ διὰ τῆς δωρηθείσης ἀπολυτρώσεως πάντων τῶν ἐκλεκτῶν τὰς καρδίας ἐπλήρωσε. Περὶ οὗ εὐαγγελιστὴς Ἰωάννης εἴρηκεν· «Ἦν τὸ φῶς τὸ ἀληθινὸν φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.
19 Περὶ οὗ πάλιν γέγραπται, «Ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἐλάβομεν.» Καὶ γὰρ οἱ τοῦ Θεοῦ ἄνθρωποι ἅγιοι ἠξιώθησαν παρὰ κυρίου χαρισμάτων δύναμιν δέξασθαι, οὐ μὴν δὲ καὶ ἄλλοις παραδοῦναι.
20 Αὐτὸς δὲ σημεῖα δυνάμεως δέδωκεν τοῖς ὑποτεταγμένοις, ὅστις ἑαυτὸν δοτῆρα τοῦ κατὰ τὸν Ἰωνᾶν σημείου ὑπέσχετο τοῖς ἐχθροῖς δοῦναι, ὅπως ἐνώπιον τῶν ὑπερηφάνων ἀποθανεῖν καταξιώσῃ, καὶ ἐπ᾽ ὄψεσι τῶν ταπεινοφρόνων ἀναστῃναι, ἵνα ἐκεῖνοι μὲν, ὅπερ καταλεῖψαι ὤφελον, θεάσωνται, καὶ οὗτοι ὅπερ σεβόμενοι ἀγαπῆσαι ὤφελον.
21 Ἐξ οὗπερ μυστηρίου γέγονε τοῦτο, ἵνα οἱ μὲν ὑπερήφανοι θεάσωνται τὴν τοῦ θανάτου ἐξουδένωσιν, οἱ ταπεινόφρονες δὲ τὴν δόξαν τῆς κατὰ τοῦ θανάτου ἐξουσίας.
22 ΠΕΤΡ. Δυσωπῶ οὖν σε, σεβάσμιε δέσποτα, μετὰ ταῦτα· ἐν ποίοις τόποις ἅγιος ἐκεῖνος ἀνὴρ μετῴκησε, καὶ τίνας ἐν αὐτοῖς δυνάμεις διεπράξατο, γνώρισον ἡμῖν.
23 ΓΡΗΓΟΡ. ὁσιώτατος οὗτος ἀνὴρ ἐν ἑτέροις μετοικήσας τόποις οἴκησιν μὲν ἤλλαξεν, ἐχθρὸν δὲ οὐχί. Μεγάλους γὰρ μετέπειτα καὶ βαρυτέρους πολέμους ὑπὸ τοῦ τῆς κακίας εὑρετοῦ ὑπέμεινεν.
24 Ὅσον δὲ τὰς τῶν πειρασμῶν νιφάδας ἀδάμαστος οὗτος ἂνὴρ καθ᾽ ἑαυτοῦ ἐπινοουμένας ἑώρα. τοσοῦτον ἔσπευδεν ἀνταγωνιστὴν ἀήττητον ἑαυτὸν ὀφθῆναι, κατὰ τῶν ἐκείνου μηχανημάτων τῷ τοῦ ζωοποιοῦ σταυροῦ θυρεῷ καθοπλιζόμενος.
25 Κάστρον τοίνυν ὅπερ Κάσινον λέγεται, ἐν τῷ ὑψηλῷ τοῦ ὅρους πλαγίω διάκειται, ὅπερ ὄρος τῇ ἑαυτοῦ ἐκτάσει τὸ εἰρημένον ἐγκολπίζεται κάστρον, καὶ ἕως τριῶν μιλίων τοῦ ὄρους ἀκρώρεια ὑπέρκειται, ὥστε παρὰ τοῖς ἀγνοοῦσιν ὡς ἀστέρα φαίνεσθαι.
26 Ἐν ᾧ παλαιότατον ἱερὸν ἑλληνικὸν ὑπὸ τῶν ἀρχαίων ᾠκοδομημένον ὑπῆρχεν· ἐν τούτω ὑπὸ τῶν τοῦ λαοῦ ἁπλουστέρων Ἀπόλλων ἐσέβετο . Κύκλω δὲ τοῦ μιαρωτάτου ἐκείνου ναοῦ πλῆθος βωμῶν ἐτύγχανε.
27 Καὶ ἕως τότε τῶν ἀπίστων ἀνήρχετο ἐκεῖσε πλῆθος πολὺ, θυσίαις τε καὶ σπονδαῖς, καὶ κνίσσαις τῷ αὐτόθι τοῦ Ἀπόλλωνος ἀγάλματι λατρεύοντες· δὲ τὸν νοῦν πεφωτισμένος, καὶ τῆς εὐσεβείας ζηλωτὴς Βενέδικτος ἐπὶ τὸν τόπον παραγενόμενος, καὶ θαρσαλείω τῷ φρονήματι εἰσελθὼν, τὸ ἄγαλμα τοῦ Ἀπόλλωνος συνέτριψε, τοὺς βωμοὺς κατέστρεψε, καὶ τὰ ἄλση ἐνέπρησε, καὶ ἐν αὐτῷ τῷ ναῷ τοῦ Ἀπόλλωνος εὐκτέριον ἡγιασμένον τοῦ ἁγίου Μαρτίνου πεποίηκεν.
28 Ἔνθα δὴ βωμὸς τοῦ Ἀπόλλωνος ἵδρυτο, σεβάσμιον εὐκτήριον ἡγιασμήνον τοῦ Ἰωάννου συνεστήσατο. Ἐντεῦθεον λοιπὸν τὸ ἐκεῖσε κατοικοῦν τοῦ λαοῦ πλῆθος τῆ αὐτοῦ διδασκαλίᾳ ὁδηγούμενον πρὸς Θεὸν ἐπεστρέφετο.
29 Ἀλλὰ ταῦτα μὴ ὑποφέρων σκολιὸς τῶν πιστῶν ἐκθρὸς, οὐκέτι λοιπὸν ἀφανῶς, δι᾽ ἐνυπνίων, ἀλλὰ φανερῶς ἑαυτὸν τοῖς τοῦ πατρὸς ὀφθαλμοῖς ἐπεδείκνυτο, καὶ μεγίσταις φωναῖς ἐβὸα, βίαν αὐτὸν ὑπὸ τοῦ ἁγίου ὑπομεμενηκέναι, ὥστε καὶ τοὺς ἀδελφούς τῶν φωνῶν αὐτοῦ ἀκούειν, εἰ καὶ τὰ μάλιστα τοῖς σωματικοῖς ὀφθαλμοῖς τοῦτον οὐκ ἐθεώρουν.
30 Πρὸς οὑς τῆς ἀληθείας διδάσκαλος ἔλεγε· «Πιστεύσατε, τέκνα, ὅτι τοῖς αἰσθητοῖς μου ὀφθαλμοῖς τὸν ἐκθρὸν φοβερόν τινα, καὶ σπινθηρακώδη ταῖς φαντασίαις φαινόμενον ὁρῶ, ὅστις διά τε τοῦ στόματος καὶ τῶν ὀφθαλμῶν φλόγας πυρὸς ἐκπέμπει» Εἴ τι οὖν δόλιος ἐφθέγγετο, ἤκουον πάντες.
31 Πρότερον μὴν νὰρ ἐξ ὀνόματος ἐκάλει τὸν ἅγιον. Ἡνίκα δὴ μηδαμῶς αὐτῶ ἀποκρινόμενον τὸν τοῦ Θεοῦ ἄνθρωπον ἐθεάσατο, εὐθέως ταῖς κατὰ αὐτοῦ λοιδορίαις τὴν μιαρωτάτην αὐτοῦ ἐκίνησε γλῶτταν, καὶ τὸν τοῦ Θεοῦ φίλον ταῖς ὕβρεσιν ἔβαλλεν· εἶτα πάλιν ἐφώνει τὸν ἅγιον λέγων, «Βενέδικτε, Βενέδικτε»· αὐτοῦ δὲ μὴ ἀποκρινομένου, παραυτὰ προσθεὶς ἔλεγε· «Κατηραμένε, καὶ οὐκ εὐλογημένε, τί ἔχεις μετ᾽ ἐμοῦ; τί με καταδιώκεις;» Ὑπομνητέα εἰσὶν ὄντως τὰ κατὰ τὸν δοῦλον τοῦ Θεοῦ προς τὸν ἀρχαῖον ἐχθρὸν νὲα ἀγωνίσματα, ᾧ τινι πολέμους τοιούτους παρήγαγεν· ἀλλὰ τῇ ὑποθέσει τῆς νίκης διηκόνησεν βίος [Forte gr|βίαιος].|gr
Gregorius Magnus HOME

bsb42114.81 csg213.39 csg214.26

Gregorius Magnus, Dialogi, 2, VII_L De Mauro eius discipulo qui super aquas pedibus ambulavit. <<<     >>> VIII_L De pane veneno infecto per corvum longius proiecto.
monumenta.ch > Gregorius Magnus > 8G